previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἔποψ

125ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.

Ἐυελπίδης
ἐγώ;
ἥκιστα: καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.

Ἔποψ

ποίαν τιν᾽ οὖν ἥδιστ᾽ ἂν οἰκοῖτ᾽ ἂν πόλιν;

Ἐυελπίδης

ὅπου τὰ μέγιστα πράγματ᾽ εἴη τοιάδε:
ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
130λέγοι ταδί: ‘πρὸς τοῦ Διὸς τοὐλυμπίου
ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
λουσάμενα πρῴ: μέλλω γὰρ ἑστιᾶν γάμους:
καὶ μηδαμῶς ἄλλως ποιήσῃς: εἰ δὲ μή,
μή μοι τότε γ᾽ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.’

Ἔποψ

135νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
τί δαὶ σύ;

Πισθέταιρος
τοιούτων ἐρῶ κἀγώ.

Ἔποψ
τίνων;

Πισθέταιρος

ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ:
καλῶς γέ μου τὸν υἱὸν Στιλβωνίδη
140εὑρὼν ἀπιόντ᾽ ἀπὸ γυμνασίου λελουμένον
οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.’

Ἔποψ

δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
ἀτὰρ ἔστι γ᾽ ὁποίαν λέγετον εὐδαίμων πόλις
145παρὰ τὴν ἐρυθρὰν θάλατταν.

Ἐυελπίδης
οἴμοι μηδαμῶς
ἡμῖν παρὰ τὴν θάλατταν, ἵν᾽ ἀνακύψεται
κλητῆρ᾽ ἄγουσ᾽ ἕωθεν Σαλαμινία.
Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;

Ἔποψ

τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
150ἐλθόνθ᾽;

Ἐυελπίδης
ὁτιὴ νὴ τοὺς θεοὺς ὅσ᾽ οὐκ ἰδὼν
βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.

Ἔποψ

ἀλλ᾽ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
ἵνα χρὴ κατοικεῖν.

Ἐυελπίδης
ἀλλ᾽ ἔγωγ᾽ Ὀπούντιος
οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
155οὗτος δὲ δὴ τίς ἔσθ᾽ μετ᾽ ὀρνίθων βίος;
σὺ γὰρ οἶσθ᾽ ἀκριβῶς.

Ἔποψ
οὐκ ἄχαρις ἐς τὴν τριβήν:
οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.

Ἐυελπίδης

πολλήν γ᾽ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.

Ἔποψ

νεμόμεσθα δ᾽ ἐν κήποις τὰ λευκὰ σήσαμα
160καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.

Ἐυελπίδης

ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.

Πισθέταιρος

φεῦ φεῦ:
μέγ᾽ ἐνορῶ βούλευμ᾽ ἐν ὀρνίθων γένει,
καὶ δύναμιν γένοιτ᾽ ἄν, εἰ πίθοισθέ μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: