previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἶρις

ἀλλ᾽ ἀθάνατός εἰμ᾽.

Πισθέταιρος
ἀλλ᾽ ὅμως ἂν ἀπέθανες.
1225δεινότατα γάρ τοι πεισόμεσθ᾽, ἐμοὶ δοκεῖ,
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ᾽ οἱ θεοὶ
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ᾽ ὅτι
ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;

Ἶρις

1230ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
μηλοσφαγεῖν τε βουθύτοις ἐπ᾽ ἐσχάραις
κνισᾶν τ᾽ ἀγυιάς.

Πισθέταιρος
τί σὺ λέγεις; ποίοις θεοῖς;

Ἶρις

ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.

Πισθέταιρος

1235θεοὶ γὰρ ὑμεῖς;

Ἶρις
τίς γάρ ἐστ᾽ ἄλλος θεός;

Πισθέταιρος

ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δί᾽ οὐ τῷ Διί.

Ἶρις

μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
δεινάς, ὅπως μή σου γένος πανώλεθρον
1240Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.

Πισθέταιρος

ἄκουσον αὕτη: παῦε τῶν παφλασμάτων:
ἔχ᾽ ἀτρέμα. φέρ᾽ ἴδω, πότερα Λυδὸν Φρύγα
1245ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
ἆρ᾽ οἶσθ᾽ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
1250ὄρνις ἐπ᾽ αὐτὸν παρδαλᾶς ἐνημμένους
πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε
εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
σὺ δ᾽ εἴ με λυπήσεις τι, τῆς διακόνου
πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ
1255τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως
οὕτω γέρων ὢν στύομαι τριέμβολον.

Ἶρις

διαρραγείης μέλ᾽ αὐτοῖς ῥήμασιν.

Πισθέταιρος

οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.

Ἶρις

μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.

Πισθέταιρος

1260οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη
καταιθαλώσεις τῶν νεωτέρων τινά;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: