previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πισθέταιρος

τὰ μὲν ἱέρ᾽ ἡμῖν ἐστιν ὦρνιθες καλά:
ἀλλ᾽ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
1120οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
ἀλλ᾽ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.

Ἄγγελος Α

ποῦ ποῦ 'στι, ποῦ ποῦ ποῦ 'στι, ποῦ ποῦ ποῦ 'στι ποῦ,
ποῦ Πισθέταιρός ἐστιν ἅρχων;

Πισθέταιρος
οὑτοσί.

Ἄγγελος Α

ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.

Πισθέταιρος
εὖ λέγεις.

Ἄγγελος Α

1125κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον:
ὥστ᾽ ἂν ἐπάνω μὲν Προξενίδης Κομπασεὺς
καὶ Θεογένης ἐναντίω δύ᾽ ἅρματε,
ἵππων ὑπόντων μέγεθος ὅσον δούριος,
ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.

Πισθέταιρος
Ἡράκλεις.

Ἄγγελος Α

1130τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησ᾽ αὔτ᾽ ἐγώ,
ἑκατοντορόγυιον.

Πισθέταιρος
Πόσειδον τοῦ μάκρους.
τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;

Ἄγγελος Α

ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
1135ἀλλ᾽ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
τούτους δ᾽ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
ἕτεροι δ᾽ ἐπλινθοφόρουν πελαργοὶ μύριοι:
1140ὕδωρ δ᾽ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμι᾽ ὄρνεα.

Πισθέταιρος

ἐπηλοφόρουν δ᾽ αὐτοῖσι τίνες;

Ἄγγελος Α
ἐρωδιοὶ
λεκάναισι.

Πισθέταιρος
τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;

Ἄγγελος Α

τοῦτ᾽ ὦγάθ᾽ ἐξηύρητο καὶ σοφώτατα:
1145οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.

Πισθέταιρος

τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: