previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Τρυγαῖος

σεμνοτάτη βασίλεια θεὰ
975πότνι᾽ Εἰρήνη,
δέσποινα χορῶν, δέσποινα γάμων,
δέξαι θυσίαν τὴν ἡμετέραν.

Χορός

δέξαι δῆτ᾽ πολυτιμήτη
νὴ Δία, καὶ μὴ ποίει γ᾽ ἅπερ αἱ
980μοιχευόμεναι δρῶσι γυναῖκες.
καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
τῆς αὐλείας παρακύπτουσιν,
κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
ἀναχωροῦσιν,
985κᾆτ᾽ ἢν ἀπίῃ παρακύπτουσιν.
τούτων σὺ ποίει μηδὲν ἔθ᾽ ἡμᾶς.

Τρυγαῖος

μὰ Δί᾽ ἀλλ᾽ ἀπόφηνον ὅλην σαυτὴν
γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
ἡμῖν, οἵ σου τρυχόμεθ᾽ ἤδη
990τρία καὶ δέκ᾽ ἔτη,
λῦσον δὲ μάχας καὶ κορκορυγάς,
ἵνα Λυσιμάχην σε καλῶμεν.
παῦσον δ᾽ ἡμῶν τὰς ὑπονοίας
τὰς περικόμψους,
995αἷς στωμυλλόμεθ᾽ εἰς ἀλλήλους:
μεῖξον δ᾽ ἡμᾶς τοὺς Ἕλληνας
πάλιν ἐξ ἀρχῆς
φιλίας χυλῷ καὶ συγγνώμῃ
τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν:
καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν
1000ἐμπλησθῆναι, μεγάλων σκορόδων,
σικύων πρῴων, μήλων, ῥοιῶν.
δούλοισι χλανισκιδίων μικρῶν:
κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
χῆνας νήττας φάττας τροχίλους:
1005καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
ὀψωνοῦντας τυρβάζεσθαι
Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις
τένθαις πολλοῖς: κᾆτα Μελάνθιον
1010ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,
τὰς δὲ πεπρᾶσθαι, τὸν δ᾽ ὀτοτύζειν,
εἶτα μονῳδεῖν ἐκ Μηδείας,
ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
τᾶς ἐν τεύτλοισι λοχευομένας:’
1015τοὺς δ᾽ ἀνθρώπους ἐπιχαίρειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: