previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.

Οἰκέτης

ἰδού: λεγοις ἂν ἄλλο: περιελήλυθα.

Τρυγαῖος

φέρε δὴ τὸ δαλίον τόδ᾽ ἐμβάψω λαβών,
960σείου σὺ ταχέως: σὺ δὲ πρότεινε τῶν ὀλῶν,
καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.

Οἰκέτης
ἰδού.

Τρυγαῖος

ἔδωκας ἤδη;

Οἰκέτης
νὴ τὸν Ἑρμῆν ὥστε γε
τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
965οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.

Τρυγαῖος

οὐχ αἱ γυναῖκές γ᾽ ἔλαβον.

Οἰκέτης
ἀλλ᾽ εἰς ἑσπέραν
δώσουσιν αὐταῖς ἅνδρες.

Τρυγαῖος
ἀλλ᾽ εὐχώμεθα.
τίς τῇδε; ποῦ ποτ᾽ εἰσὶ πολλοὶ κἀγαθοί;

Οἰκέτης

τοισδὶ φέρε δῶ: πολλοὶ γάρ εἰσι κἀγαθοί.

Τρυγαῖος

970τούτους ἀγαθοὺς ἐνόμισας;

Οἰκέτης
οὐ γάρ, οἵτινες
ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
ἐς ταὐτὸ τοῦθ᾽ ἑστᾶσ᾽ ἰόντες χωρίον;

Τρυγαῖος

ἀλλ᾽ ὡς τάχιστ᾽ εὐχώμεθ᾽.

Χορός
εὐχώμεσθα δή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: