previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Οἰκέτης

παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά:
πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
870καὶ τἄλλ᾽ ἁπαξάπαντα: τοῦ πέους δὲ δεῖ.

Τρυγαῖος

ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
ἀνύσαντε τῇ βουλῇ.

Οἰκέτης
τίς αὑτηί;

Τρυγαῖος
τί φῄς;
αὕτη Θεωρία 'στίν.

Οἰκέτης
ἣν ἡμεῖς ποτε
ἐπαίομεν Βραυρωνάδ᾽ ὑποπεπωκότες;

Τρυγαῖος

875σάφ᾽ ἴσθι, κἀλήφθη γε μόλις.

Οἰκέτης
δέσποτα
ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.

Τρυγαῖος

εἶεν, τίς ἐσθ᾽ ὑμῶν δίκαιος, τίς ποτε;
τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
οὗτος τί περιγράφεις;

Οἰκέτης
τὸ δεῖν᾽ εἰς Ἴσθμια
880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.

Τρυγαῖος

οὔπω λέγεθ᾽ ὑμεῖς τίς φυλάξων. δεῦρο σύ:
καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.

Οἰκέτης

ἐκεινοσὶ νεύει.

Τρυγαῖος
τίς;

Οἰκέτης
ὅστις; Ἀριφράδης,
ἄγειν παρ᾽ αὑτὸν ἀντιβολῶν.

Τρυγαῖος
ἀλλ᾽ μέλε
885τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
σκέψασθ᾽ ὅσ᾽ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
ὥστ᾽ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
890ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
τουτὶ δ᾽ ὁρᾶτ᾽ ὀπτάνιον ἡμῖν ὡς καλόν.

Οἰκέτης

διὰ ταῦτα καὶ κεκάπνικ᾽ ἄρ᾽: ἐνταυθοῖ γὰρ οὖν
πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ᾽ ἦν.

Τρυγαῖος

ἔπειτ᾽ ἀγῶνά γ᾽ εὐθὺς ἐξέσται ποιεῖν
895ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδ᾽ ἑστάναι,
καὶ παγκράτιόν γ᾽ ὑπαλειψαμένοις νεανικῶς
παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει:
900τρίτῃ δὲ μετὰ ταῦθ᾽ ἱπποδρομίαν ἄξετε,
ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
ἅρματα δ᾽ ἐπ᾽ ἀλλήλοισιν ἀνατετραμμένα
φυσῶντα καὶ πνέοντα προσκινήσεται:
ἕτεροι δὲ κείσονταί γ᾽ ἀπεψωλημένοι
905περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
ἀλλ᾽ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
θέασ᾽ ὡς προθύμως πρύτανις παρεδέξατο.
ἀλλ᾽ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σ᾽ ἔδει,
ἀλλ᾽ ηὗρον ἄν σ᾽ ὑπέχοντα τὴν ἐκεχειρίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: