Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετ᾽ ἐμοῦ
775τοῦ φίλου χόρευσον,
κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας
780καὶ θαλίας μακάρων: σοὶ γὰρ τάδ᾽ ἐξ ἀρχῆς μέλει.
ἢν δέ σε Καρκίνος ἐλθὼν
ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
785μήθ᾽ ὑπάκουε μήτ᾽ ἔλθῃς
συνέριθος αὐτοῖς,
ἀλλὰ νόμιζε πάντας
ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
790ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.
καὶ γὰρ ἔφασχ᾽ ὁ πατὴρ ὃ παρ᾽ ἐλπίδας
795εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.