previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

ἀλλ᾽ τι σιωπᾷς πότνια κάτειπέ μοι.

Ἑρμῆς

ἀλλ᾽ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους:
ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.

Τρυγαῖος

660 δ᾽ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.

Ἑρμῆς

εἴφ᾽ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ᾽ φιλτάτη.
ἴθ᾽ γυναικῶν μισοπορπακιστάτη.
εἶεν, ἀκούω. ταῦτ᾽ ἐπικαλεῖς; μανθάνω.
ἀκούσαθ᾽ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
665ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.

Τρυγαῖος

ἡμάρτομεν ταῦτ᾽: ἀλλὰ συγγνώμην ἔχε:
νοῦς γὰρ ἡμῶν ἦν τότ᾽ ἐν τοῖς σκύτεσιν.

Ἑρμῆς

670ἴθι νυν ἄκουσον οἷον ἄρτι μ᾽ ἤρετο,
ὅστις κακόνους αὐτῇ μάλιστ᾽ ἦν ἐνθάδε,
χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.

Τρυγαῖος

εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.

Ἑρμῆς

ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675 Κλεώνυμος;

Τρυγαῖος
ψυχήν γ᾽ ἄριστος πλήν γ᾽ ὅτι
οὐκ ἦν ἄρ᾽ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
εἰ γάρ ποτ᾽ ἐξέλθοι στρατιώτης, εὐθέως
ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.

Ἑρμῆς

ἔτι νῦν ἄκουσον οἷον ἄρτι μ᾽ ἤρετο,
680ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ 'ν τῇ πυκνί.

Τρυγαῖος

Ὑπέρβολος νῦν τοῦτ᾽ ἔχει τὸ χωρίον.
αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;

Ἑρμῆς

ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ᾽ ὅτι
αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.

Τρυγαῖος

685ἀλλ᾽ οὐκέτ᾽ αὐτῷ χρησόμεθ᾽ οὐδέν, ἀλλὰ νῦν
ἀπορῶν δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.

Ἑρμῆς

πῶς οὖν ξυνοίσει ταῦτ᾽ ἐρωτᾷ τῇ πόλει.

Τρυγαῖος

εὐβουλότεροι γενησόμεθα.

Ἑρμῆς
τρόπῳ τίνι;

Τρυγαῖος

690ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
νυνὶ δ᾽ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.

Ἑρμῆς

,
οἷά μ᾽ ἐκέλευσεν ἀναπυθέσθαι σου.

Τρυγαῖος
τὰ τί;

Ἑρμῆς

πάμπολλα καὶ τἀρχαῖ᾽ κατέλιπεν τότε:
695πρῶτον δ᾽ τι πράττει Σοφοκλέης ἀνήρετο.

Τρυγαῖος

εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.

Ἑρμῆς
τὸ τί;

Τρυγαῖος

ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.

Ἑρμῆς

Σιμωνίδης; πῶς;

Τρυγαῖος
ὅτι γέρων ὢν καὶ σαπρὸς
κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: