previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰκέτης Α

50ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
δεσπότης μου μαίνεται καινὸν τρόπον,
55οὐχ ὅνπερ ὑμεῖς, ἀλλ᾽ ἕτερον καινὸν πάνυ.
δι᾽ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν, ‘ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
κατάθου τὸ κόρημα: μὴ 'κκόρει τὴν Ἑλλάδα.’
60ἔα ἔα.
σιγήσαθ᾽, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.

Τρυγαῖος

Ζεῦ τί δρασείεις ποθ᾽ ἡμῶν τὸν λεών;
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.

Οἰκέτης Α

τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν αὔθ᾽ οὑγὼ 'λεγον.
65τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε:
δ᾽ εἶπε πρῶτον ἡνίκ᾽ ἤρχεθ᾽ χολή,
πεύσεσθ᾽. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί:
πῶς ἄν ποτ᾽ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;’
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
70πρὸς ταῦτ᾽ ἀνηρριχᾶτ᾽ ἂν ἐς τὸν οὐρανόν,
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
ἐχθὲς δὲ μετὰ ταῦτ᾽ ἐκφθαρεὶς οὐκ οἶδ᾽ ὅποι
εἰσήγαγ᾽ Αἰτναῖον μέγιστον κάνθαρον,
κἄπειτα τοῦτον ἱπποκομεῖν μ᾽ ἠνάγκασεν,
75καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
Πηγάσειον,’ φησί, ‘γενναῖον πτερόν,
ὅπως πετήσει μ᾽ εὐθὺ τοῦ Διὸς λαβών.’
ἀλλ᾽ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
οἴμοι τάλας: ἴτε δεῦρο δεῦρ γείτονες:
80 δεσπότης γάρ μου μετέωρος αἴρεται
ἱππηδὸν ἐς τὸν ἀέρ᾽ ἐπὶ τοῦ κανθάρου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: