previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

400ἴθ᾽, ἀντιβολῶ σ᾽, ἐλέησον αὐτῶν τὴν ὄπα,
ἐπεί σε καὶ τιμῶσι μᾶλλον πρὸ τοῦ.
κλέπται γάρ εἰσι νῦν γε μᾶλλον πρὸ τοῦ.
καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.

Ἑρμῆς

405ἴθι δὴ κάτειπ᾽: ἴσως γὰρ ἂν πείσαις ἐμέ.

Τρυγαῖος

γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.

Ἑρμῆς

ἵνα δὴ τί τοῦτο δρᾶτον;

Τρυγαῖος
ὁτιὴ νὴ Δία
410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
οἱ βάρβαροι θύουσι. διὰ τοῦτ᾽ εἰκότως
βούλοιντ᾽ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.

Ἑρμῆς

ταῦτ᾽ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
415καὶ τοῦ κύκλου παρέτρωγον ὑφ᾽ ἁμαρτωλίας.

Τρυγαῖος

ναὶ μὰ Δία. πρὸς ταῦτ᾽ φίλ᾽ Ἑρμῆ ξύλλαβε
ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
καί σοι τὰ μεγάλ᾽ ἡμεῖς Παναθήναι᾽ ἄξομεν
πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
420μυστήρι᾽ Ἑρμῇ, Διιπόλει᾽, Ἀδώνια:
ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
χἄτερ᾽ ἔτι πόλλ᾽ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
δῶρον δίδωμι τήνδ᾽, ἵνα σπένδειν ἔχῃς.

Ἑρμῆς

425οἴμ᾽ ὡς ἐλεήμων εἴμ᾽ ἀεὶ τῶν χρυσίδων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: