previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.

Ἑρμῆς

μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;

Τρυγαῖος

οὐδὲν πονηρόν, ἀλλ᾽ ὅπερ καὶ Κιλλικῶν.

Ἑρμῆς

ἀπόλωλας κακόδαιμον.

Τρυγαῖος
οὐκοῦν ἢν λάχω.
365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδ᾽ ὅτι.

Ἑρμῆς

ἀπόλωλας, ἐξόλωλας.

Τρυγαῖος
ἐς τίν᾽ ἡμέραν;

Ἑρμῆς

εἰς αὐτίκα μάλ᾽.

Τρυγαῖος
ἀλλ᾽ οὐδὲν ἠμπόληκά πω,
οὔτ᾽ ἄλφιτ᾽ οὔτε τυρόν, ὡς ἀπολούμενος.

Ἑρμῆς

καὶ μὴν ἐπιτέτριψαί γε.

Τρυγαῖος
κᾆτα τῷ τρόπῳ
370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;

Ἑρμῆς

ἆρ᾽ οἶσθα θάνατον ὅτι προεῖφ᾽ Ζεὺς ὃς ἂν
ταύτην ἀνορύττων εὑρεθῇ;

Τρυγαῖος
νῦν ἆρά με
ἅπασ᾽ ἀνάγκη 'στ᾽ ἀποθανεῖν;

Ἑρμῆς
εὖ ἴσθ᾽ ὅτι.

Τρυγαῖος

ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς:
375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.

Ἑρμῆς

Ζεῦ κεραυνοβρόντα.

Τρυγαῖος
μὴ πρὸς τῶν θεῶν
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.

Ἑρμῆς

οὐκ ἂν σιωπήσαιμι.

Τρυγαῖος
ναὶ πρὸς τῶν κρεῶν,
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.

Ἑρμῆς

380ἀλλ᾽ μέλ᾽ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.

Τρυγαῖος

μή νυν λακήσῃς, λίσσομαί σ᾽ ὦρμῄδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: