previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱεροκλῆς

1105ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.

Τρυγαῖος

ἀλλ᾽ οὔπω τοῦτ᾽ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν:
ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ᾽ ἀπελθεῖν.
πότνι᾽ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.

Ἱεροκλῆς

πρόσφερε τὴν γλῶτταν.

Τρυγαῖος
σὺ δὲ τὴν σαυτοῦ γ᾽ ἀπένεγκε.

Ἱεροκλῆς

1110σπονδή.

Τρυγαῖος
καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.

Ἱεροκλῆς

οὐδεὶς προσδώσει τῶν σπλάγχνων;

Τρυγαῖος
οὐ γὰρ οἷόν τε
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

Ἱεροκλῆς

ναὶ πρὸς τῶν γονάτων.

Τρυγαῖος
ἄλλως τᾶν ἱκετεύεις:
οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.


Τρυγαῖος

1115ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε
μετὰ νῷν.

Ἱεροκλῆς
τί δὴ 'γώ;

Τρυγαῖος
τὴν Σίβυλλαν ἔσθιε.

Ἱεροκλῆς

οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
ἀλλ᾽ ἁρπάσομαι σφῷν αὐτά: κεῖται δ᾽ ἐν μέσῳ.

Τρυγαῖος

παῖε τὸν Βάκιν.

Ἱεροκλῆς
μαρτύρομαι.

Τρυγαῖος

1120κἄγωγ᾽ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.

Οἰκέτης

σὺ μὲν οὖν: ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
ἁλάμβαν᾽ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
οὐ καταβαλεῖς τὰ κῴδι᾽ θυηπόλε;
1125ἤκουσας; κόραξ οἷος ἦλθ᾽ ἐξ Ὠρεοῦ.
οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: