previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱεροκλῆς

μέλεοι θνητοὶ καὶ νήπιοι,

Τρυγαῖος
ἐς κεφαλὴν σοί.


Ἱεροκλῆς

οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
1065συνθήκας πεποίησθ᾽ ἄνδρες χαροποῖσι πιθήκοις,

Τρυγαῖος

αἰβοιβοῖ.

Ἱεροκλῆς
τί γελᾷς;

Τρυγαῖος
ἥσθην χαροποῖσι πιθήκοις.

Ἱεροκλῆς

καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.

Τρυγαῖος
εἴθε σου εἶναι
ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς πλεύμων.

Ἱεροκλῆς

1070εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
μηδὲ Βάκις θνητούς, μηδ᾽ αὖ νύμφαι Βάκιν αὐτὸν

Τρυγαῖος

ἐξώλης ἀπόλοι᾽, εἰ μὴ παύσαιο βακίζων.

Ἱεροκλῆς

οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ᾽ ἀναλῦσαι,
ἀλλὰ τόδε πρότερον

Τρυγαῖος
τοῖσδ᾽ ἁλσί γε παστέα ταυτί.

Ἱεροκλῆς

1075οὐ γάρ πω τοῦτ᾽ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

Τρυγαῖος

καὶ πῶς κατάρατε λύκος ποτ᾽ ἂν οἶν ὑμεναιοῖ;

Ἱεροκλῆς

ὡς σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
χἠ κώδωνἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.

Τρυγαῖος

1080ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;

Ἱεροκλῆς

οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.

Τρυγαῖος

οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ν᾽ πρυτανείῳ,
1085οὐδ᾽ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.

Ἱεροκλῆς

οὐδέποτ᾽ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.

Τρυγαῖος

ἆρα φενακίζων ποτ᾽ Ἀθηναίους ἔτι παύσει;

Ἱεροκλῆς

ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;

Τρυγαῖος

ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος:
1090ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ᾽ ἱερείῳ.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχν᾽ ἐπάσαντο,
ἔσπενδον δεπάεσσιν: ἐγὼ δ᾽ ὁδὸν ἡγεμόνευον:’
χρησμολόγῳ δ᾽ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.

Ἱεροκλῆς

1095οὐ μετέχω τούτων: οὐ γὰρ ταῦτ᾽ εἶπε Σίβυλλα.

Τρυγαῖος

ἀλλ᾽ σοφός τοι νὴ Δί᾽ Ὅμηρος δεξιὸν εἶπεν:
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.’

Ἱεροκλῆς

φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
1100ἰκτῖνος μάρψῃ.

Τρυγαῖος
τουτὶ μέντοι σὺ φυλάττου,
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν χρησμός.
ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.

Ἱεροκλῆς

ἀλλ᾽ εἰ ταῦτα δοκεῖ, κἀγὼ 'μαυτῷ βαλανεύσω.

Τρυγαῖος

σπονδὴ σπονδή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 441
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: