Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
885ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890τῶν γε νεωτέρων.
ἰήιε Παιάν. Βδελυκλέων
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω:
ὡς ἡνίκ᾽ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν. Φιλοκλέων
τίς ἆρ᾽ ὁ φεύγων; Βδελυκλέων
οὗτος. Φιλοκλέων
ὅσον ἁλώσεται. Βδελυκλέων
ἀκούετ᾽ ἤδη τῆς γραφῆς. ἐγράψατο
895κύων Κυδαθηναιεὺς Λάβητ᾽ Αἰξωνέα
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος. Φιλοκλέων
θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ. Βδελυκλέων
καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα. Φιλοκλέων
900ὦ μιαρὸς οὗτος: ὡς δὲ καὶ κλέπτον βλέπει,
οἷον σεσηρὼς ἐξαπατήσειν μ᾽ οἴεται.
ποῦ δ᾽ ἔσθ᾽ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.