previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φιλοκλέων

430εἶά νυν ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ᾽ ὠργισμένοι,
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.

Βδελυκλέων

Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί:
435εἰ δὲ μή, 'ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.

Χορός

εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.

Φιλοκλέων

Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
περιορᾷς οὕτω μ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων χειρούμενον,
440οὓς ἐγὼ 'δίδαξα κλάειν τέτταρ᾽ ἐς τὴν χοίνικα;

Χορός

εἶτα δῆτ᾽ οὐ πόλλ᾽ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
δηλαδή: καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445καὶ κυνᾶς: καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
ὥστε μὴ ῥιγῶν ἑκάστοτ᾽: ἀλλὰ τούτοις γ᾽ οὐκ ἔνι
οὐδ᾽ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.

Φιλοκλέων

οὐκ ἀφήσεις οὐδὲ νυνί μ᾽ κάκιστον θηρίον,
οὐδ᾽ ἀναμνησθεὶς ὅθ᾽ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ᾽ εὖ κἀνδρικῶς,
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ᾽ ἀχάριστος ἦσθ᾽ ἄρα.
ἀλλ᾽ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.

Χορός

ἀλλὰ τούτων μὲν τάχ᾽ ἡμῖν δώσετον καλὴν δίκην,
οὐκέτ᾽ ἐς μακρὰν ἵν᾽ εἰδῆθ᾽ οἷός ἐστ᾽ ἀνδρῶν τρόπος
455ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.

Βδελυκλέων

παῖε παἶ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.

Ξανθίας

ἀλλὰ δρῶ τοῦτ᾽: ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.

Σωσίας

οὐχὶ σοῦσθ᾽; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.

Ξανθίας

καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460ἆρ᾽ ἐμέλλομέν ποθ᾽ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: