Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξανθίας
420Ἡράκλεις καὶ κέντρ᾽ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα; Βδελυκλέων
οἷς γ᾽ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου. Χορός
καὶ σέ γ᾽ αὐτοῖς ἐξολοῦμεν: ἀλλὰ πᾶς ἐπίστρεφε
δεῦρο κἀξείρας τὸ κέντρον εἶτ᾽ ἐπ᾽ αὐτὸν ἵεσο,
ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν. Ξανθίας
τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί᾽, εἰ μαχούμεθα:
ὡς ἔγωγ᾽ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας. Χορός
ἀλλ᾽ ἀφίει τὸν ἄνδρ᾽: εἰ δὲ μή, φήμ᾽ ἐγὼ
τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.