Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
ἥνπερ, ἡνίκ᾽ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
νῦν ἐκεῖνο νῦν ἐκεῖνο
τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
κέντρον †ἐντέτατ᾽ ὀξύ†.
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ᾽ ἀγγέλλετε,
410καὶ κελεύετ᾽ αὐτὸν ἥκειν
ὡς ἐπ᾽ ἄνδρα μισόπολιν
ὄντα κἀπολούμενον, ὅτι
τόνδε λόγον ἐσφέρει,
μὴ δικάζειν δίκας. Βδελυκλέων
415ὦγαθοὶ τὸ πρᾶγμ᾽ ἀκούσατ᾽, ἀλλὰ μὴ κεκράγετε. Χορός
νὴ Δί᾽ ἐς τὸν οὐρανόν γ᾽. Βδελυκλέων
ὡς τοῦδ᾽ ἐγὼ οὐ μεθήσομαι. Χορός
ταῦτα δῆτ᾽ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.