previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κατήγορος

οἴμοι κακοδαίμων. προσκαλοῦμαί σ᾽ γέρον
ὕβρεως.

Βδελυκλέων
ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν:
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
1420ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.

Φιλοκλέων

ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
ἑκών: ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
ἀλλ᾽ ἐλθὲ δευρί: πότερον ἐπιτρέπεις ἐμοί,
τι χρή μ᾽ ἀποτείσαντ᾽ ἀργύριον τοῦ πράγματος
1425εἶναι φίλον τὸ λοιπόν, σύ μοι φράσεις;

Κατήγορος

σὺ λέγε. δικῶν γὰρ οὐ δέομ᾽ οὐδὲ πραγμάτων.

Φιλοκλέων

ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα:
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430κἄπειτ᾽ ἐπιστὰς εἶπ᾽ ἀνὴρ αὐτῷ φίλος:
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.’
οὕτω δὲ καὶ σὺ παράτρεχ᾽ ἐς τὰ Πιττάλου.

Βδελυκλέων

οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.

Κατήγορος

ἀλλ᾽ οὖν σὺ μέμνησ᾽ αὐτὸς ἁπεκρίνατο.

Φιλοκλέων

1435ἄκουε, μὴ φεῦγ᾽. ἐν Συβάρει γυνή ποτε
κατέαξ᾽ ἐχῖνον.

Κατήγορος
ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

Φιλοκλέων

οὑχῖνος οὖν ἔχων τιν᾽ ἐπεμαρτύρατο:
εἶθ᾽ Συβαρῖτις εἶπεν, ‘εἰ ναὶ τὰν κόραν
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.’

Κατήγορος

ὕβριζ᾽ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.

Βδελυκλέων

οὔτοι μὰ τὴν Δήμητρ᾽ ἔτ᾽ ἐνταυθοῖ μενεῖς,
ἀλλ᾽ ἀράμενος οἴσω σε

Φιλοκλέων
τί ποιεῖς;

Βδελυκλέων
τι ποιῶ;
εἴσω φέρω σ᾽ ἐντεῦθεν: εἰ δὲ μή, τάχα
1445κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.

Φιλοκλέων

Αἴσωπον οἱ Δελφοί ποτ᾽

Βδελυκλέων
ὀλίγον μοι μέλει.

Φιλοκλέων

φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ:
δ᾽ ἔλεξεν αὐτοῖς, ὡς κάνθαρός ποτε

Βδελυκλέων

οἴμ᾽ ὡς ἀπολῶ σ᾽ αὐτοῖσι τοῖσι κανθάροις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: