previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αρτόπωλις

ἴθι μοι παράστηθ᾽, ἀντιβολῶ πρὸς τῶν θεῶν.
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ᾽ ἀπώλεσεν
1390τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
ἄρτους δέκ᾽ ὀβολῶν κἀπιθήκην τέτταρας.

Βδελυκλέων

ὁρᾷς δέδρακας; πράγματ᾽ αὖ δεῖ καὶ δίκας
ἔχειν διὰ τὸν σὸν οἶνον.

Φιλοκλέων
οὐδαμῶς γ᾽, ἐπεὶ
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί:
1395ὥστ᾽ οἶδ᾽ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.

Αρτόπωλις

οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.

Φιλοκλέων

ἄκουσον γύναι: λόγον σοι βούλομαι
1400λέξαι χαρίεντα.

Αρτόπωλις
μὰ Δία μὴ 'μοί γ᾽ μέλε.

Φιλοκλέων

Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ᾽ ἑσπέρας
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
κἄπειτ᾽ ἐκεῖνος εἶπεν, ‘ κύον κύον,
εἰ νὴ Δί᾽ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.’

Αρτόπωλις

καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ᾽ ὅστις εἶ
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
κλητῆρ᾽ ἔχουσα Χαιρεφῶντα τουτονί.

Φιλοκλέων

μὰ Δί᾽ ἀλλ᾽ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410Λᾶσός ποτ᾽ ἀντεδίδασκε καὶ Σιμωνίδης:
ἔπειθ᾽ Λᾶσος εἶπεν, ‘ὀλίγον μοι μέλει.’

Αρτόπωλις

ἄληθες οὗτος;

Φιλοκλέων
καὶ σὺ δή μοι Χαιρεφῶν
γυναικὶκλητεύειν ἐοικὼςθαψίνῃ,
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.

Βδελυκλέων

1415ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
καλούμενός σε: τόν γέ τοι κλητῆρ᾽ ἔχει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: