previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φιλοκλέων

ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
ἔχου: φυλάττου δ᾽, ὡς σαπρὸν τὸ σχοινίον:
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
1345ὁρᾷς ἐγώ σ᾽ ὡς δεξιῶς ὑφειλόμην
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας:
ὧν οὕνεκ᾽ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
ἀλλ᾽ οὐκ ἀποδώσεις οὐδ᾽ ἐφιαλεῖς οἶδ᾽ ὅτι,
ἀλλ᾽ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα:
1350πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ᾽ ἠργάσω.
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
ἐγώ σ᾽ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
λυσάμενος ἕξω παλλακὴν χοιρίον.
νῦν δ᾽ οὐ κρατῶ 'γὼ τῶν ἐμαυτοῦ χρημάτων
1355νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
ταῦτ᾽ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
1360ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ᾽ ἔοικε θεῖν.
ἀλλ᾽ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
λαβοῦσ᾽, ἵν᾽ αὐτὸν τωθάσω νεανικῶς,
οἵοις ποθ᾽ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.

Βδελυκλέων

οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365ποθεῖν ἐρᾶν τ᾽ ἔοικας ὡραίας σοροῦ.
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.

Φιλοκλέων

ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.

Βδελυκλέων

οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
τῶν ξυμποτῶν κλέψαντα;

Φιλοκλέων
ποίαν αὐλητρίδα;
1370τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;

Βδελυκλέων

νὴ τὸν Δί᾽ αὕτη πού 'στί σοί γ᾽ Δαρδανίς.

Φιλοκλέων

οὔκ, ἀλλ᾽ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.

Βδελυκλέων

δᾲς ἥδε;

Φιλοκλέων
δᾲς δῆτ᾽. οὐχ ὁρᾷς ἐστιγμένην;

Βδελυκλέων

τί δὲ τὸ μέλαν τοῦτ᾽ ἐστὶν αὐτῆς τοὐν μέσῳ;

Φιλοκλέων

1375 πίττα δήπου καομένης ἐξέρχεται.

Βδελυκλέων

δ᾽ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;

Φιλοκλέων

ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.

Βδελυκλέων

τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;

Φιλοκλέων

τί μέλλεις δρᾶν;

Βδελυκλέων
ἄγειν ταύτην λαβὼν
1380ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
κοὐδὲν δύνασθαι δρᾶν.

Φιλοκλέων
ἄκουσόν νυν ἐμοῦ.
Ὀλυμπίασιν, ἡνίκ᾽ ἐθεώρουν ἐγώ,
Ἐφουδίων ἐμαχέσατ᾽ Ἀσκώνδᾳ καλῶς
ἤδη γέρων ὤν: εἶτα τῇ πυγμῇ θενὼν
1385 πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.

Βδελυκλέων

νὴ τὸν Δί᾽ ἐξέμαθές γε τὴν Ὀλυμπίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: