Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
1060ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,
ἄλκιμοι δ᾽ ἐν μάχαις,
καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι:
πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽
οἴχεται, κύκνου τ᾽ ἔτι πολιώτεραι δὴ
1065αἵδ᾽ ἐπανθοῦσιν τρίχες.
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
τῶνδε ῥώμην νεανικὴν σχεῖν:
ὡς ἐγὼ τοὐμὸν νομίζω
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
κικίννους νεανιῶν καὶ
1070σχῆμα κεὐρυπρωκτίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.