previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

1015νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
μέμψασθαι γὰρ τοῖσι θεαταῖς ποιητὴς νῦν ἐπιθυμεῖ.
ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ᾽ αὐτοὺς εὖ πεποιηκώς,
τὰ μὲν οὐ φανερῶς ἀλλ᾽ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι:
μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ᾽ ἑαυτόν,
οὐκ ἀλλοτρίων ἀλλ᾽ οἰκείων Μουσῶν στόμαθ᾽ ἡνιοχήσας.
ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ᾽ ἐν ὑμῖν,
οὐκἐκτελέσαιφησὶν ἐπαρθεὶς οὐδ᾽ ὀγκῶσαι τὸ φρόνημα,
1025οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν: οὐδ᾽ εἴ τις ἐραστὴς
κωμῳδεῖσθαι παιδίχ᾽ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν᾽ ἔχων ἐπιεικῆ,
ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
οὐδ᾽ ὅτε πρῶτόν γ᾽ ἦρξε διδάσκειν, ἀνθρώποις φήσ᾽ ἐπιθέσθαι,
1030ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,
θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπ᾽ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δ᾽ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
1035φώκης δ᾽ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
ἀλλ᾽ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ: φησίν τε μετ᾽ αὐτὸν
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
οἳ τοὺς πατέρας τ᾽ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
1040κατακλινόμενοί τ᾽ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
ὥστ᾽ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
τοιόνδ᾽ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ᾽ αὐτὸν διανοίαις,
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ᾽ ἀναλδεῖς:
καίτοι σπένδων πόλλ᾽ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
μὴ πώποτ᾽ ἀμείνον᾽ ἔπη τούτων κωμῳδικὰ μηδέν᾽ ἀκοῦσαι.
τοῦτο μὲν οὖν ἔσθ᾽ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: