previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σωκράτης

ὅπως ἀποστρέψαι᾽ ἂν ἀντιδικῶν δίκην
μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.

Στρεψιάδης

φαυλότατα καὶ ῥᾷστ᾽.

Σωκράτης
εἰπὲ δή.

Στρεψιάδης
καὶ δὴ λέγω.
εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
780πρὶν τὴν ἐμὴν καλεῖσθ᾽, ἀπαγξαίμην τρέχων.

Σωκράτης

οὐδὲν λέγεις.

Στρεψιάδης
νὴ τοὺς θεοὺς ἔγωγ᾽, ἐπεὶ
οὐδεὶς κατ᾽ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

Σωκράτης

ὑθλεῖς: ἄπερρ᾽, οὐκ ἂν διδάξαιμ᾽ ἄν σ᾽ ἔτι.

Στρεψιάδης

ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν Σώκρατες.

Σωκράτης

785ἀλλ᾽ εὐθὺς ἐπιλήθει σύ γ᾽ ἅττ᾽ ἂν καὶ μάθῃς:
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.

Στρεψιάδης

φέρ᾽ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
τίς ἦν ἐν 'ματτόμεθα μέντοι τἄλφιτα;
οἴμοι τίς ἦν;

Σωκράτης
οὐκ ἐς κόρακας ἀποφθερεῖ,
790ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;

Στρεψιάδης

οἴμοι τί οὖν δῆθ᾽ κακοδαίμων πείσομαι;
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
ἀλλ᾽ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.

Χορός

ἡμεῖς μὲν πρεσβῦτα συμβουλεύομεν,
795εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.

Στρεψιάδης

ἀλλ᾽ ἔστ᾽ ἔμοιγ᾽ υἱὸς καλός τε κἀγαθός:
ἀλλ᾽ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;

Χορός

σὺ δ᾽ ἐπιτρέπεις;

Στρεψιάδης
εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
800κἄστ᾽ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.
ἀτὰρ μέτειμί γ᾽ αὐτόν: ἢν δὲ μὴ 'θέλῃ,
οὐκ ἔσθ᾽ ὅπως οὐκ ἐξελῶ κ᾽ τῆς οἰκίας.
ἀλλ᾽ ἐπανάμεινόν μ᾽ ὀλίγον εἰσελθὼν χρόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: