previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωκράτης

ἀλλ᾽ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
τῶν τετραπόδων ἅττ᾽ ἐστὶν ὀρθῶς ἄρρενα.

Στρεψιάδης

660ἀλλ᾽ οἶδ᾽ ἔγωγε τἄρρεν᾽, εἰ μὴ μαίνομαι:
κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.

Σωκράτης

ὁρᾷς πάσχεις; τήν τε θήλειαν καλεῖς
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

Στρεψιάδης

πῶς δὴ φέρ᾽;

Σωκράτης
ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.

Στρεψιάδης

665νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

Σωκράτης

ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.

Στρεψιάδης

ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα:
ὥστ᾽ ἀντὶ τούτου τοῦ διδάγματος μόνου
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

Σωκράτης

670ἰδοὺ μάλ᾽ αὖθις τοῦθ᾽ ἕτερον: τὴν κάρδοπον
ἄρρενα καλεῖς θήλειαν οὖσαν.

Στρεψιάδης
τῷ τρόπῳ
ἄρρενα καλῶ 'γὼ κάρδοπον;

Σωκράτης
μάλιστά γε,
ὥσπερ γε καὶ Κλεώνυμον.

Στρεψιάδης
πῶς δή; φράσον.

Σωκράτης

ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

Στρεψιάδης

675ἀλλ᾽ ὦγάθ᾽ οὐδ᾽ ἦν κάρδοπος Κλεωνύμῳ,
ἀλλ᾽ ἐν θυείᾳ στρογγύλῃ γ᾽ ἂν ἐμάττετο.
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

Σωκράτης
ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

Στρεψιάδης

τὴν καρδόπην θήλειαν;

Σωκράτης
ὀρθῶς γὰρ λέγεις.

Στρεψιάδης

680ἐκεῖνο δ᾽ ἦν ἄν, καρδόπη, Κλεωνύμη.

Σωκράτης

ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
ἅττ᾽ ἄρρεν᾽ ἐστίν, ἅττα δ᾽ αὐτῶν θήλεα.

Στρεψιάδης

ἀλλ᾽ οἶδ᾽ ἔγωγ᾽ θήλε᾽ ἐστίν.

Σωκράτης
εἰπὲ δή.

Στρεψιάδης

Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.

Σωκράτης

685ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

Στρεψιάδης
μυρία.
Φιλόξενος Μελησίας Ἀμυνίας.

Σωκράτης

ἀλλ᾽ πόνηρε ταῦτά γ᾽ ἐστ᾽ οὐκ ἄρρενα.

Στρεψιάδης

οὐκ ἄρρεν᾽ ὑμῖν ἐστιν;

Σωκράτης
οὐδαμῶς γ᾽, ἐπεὶ
πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;

Στρεψιάδης

690ὅπως ἄν; ὡδί, δεῦρο δεῦρ᾽ Ἀμυνία.

Σωκράτης

ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.

Στρεψιάδης

οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
ἀτὰρ τί ταῦθ᾽ πάντες ἴσμεν μανθάνω;

Σωκράτης

οὐδὲν μὰ Δί᾽ ἀλλὰ κατακλινεὶς δευρὶ

Στρεψιάδης
τί δρῶ;

Σωκράτης

695ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

Στρεψιάδης

μὴ δῆθ᾽ ἱκετεύω σ᾽ ἐνγεταῦθ᾽: ἀλλ᾽ εἴ γε χρή,
χαμαί μ᾽ ἔασον αὐτὰ ταῦτ᾽ ἐκφροντίσαι.

Σωκράτης

οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα.

Στρεψιάδης
κακοδαίμων ἐγώ,
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: