previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σωκράτης

μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα
οὐκ εἶδον οὕτως ἄνδρ᾽ ἄγροικον οὐδένα
οὐδ᾽ ἄπορον οὐδὲ σκαιὸν οὐδ᾽ ἐπιλήσμονα:
630ὅστις σκαλαθυρμάτι᾽ ἄττα μικρὰ μανθάνων
ταῦτ᾽ ἐπιλέλησται πρὶν μαθεῖν: ὅμως γε μὴν
αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

Στρεψιάδης

ἀλλ᾽ οὐκ ἐῶσί μ᾽ ἐξενεγκεῖν οἱ κόρεις.

Σωκράτης

635ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

Στρεψιάδης
ἰδού.

Σωκράτης

ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
ὧν οὐκ ἐδιδάχθης πώποτ᾽ οὐδέν; εἰπέ μοι.
πότερα περὶ μέτρων περὶ ἐπῶν ῥυθμῶν;

Στρεψιάδης

περὶ τῶν μέτρων ἔγωγ᾽: ἔναγχος γάρ ποτε
640ὑπ᾽ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

Σωκράτης

οὐ τοῦτ᾽ ἐρωτῶ σ᾽, ἀλλ᾽ τι κάλλιστον μέτρον
ἡγεῖ: πότερα τὸ τρίμετρον τὸ τετράμετρον;

Στρεψιάδης

ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.

Σωκράτης

οὐδὲν λέγεις ὦνθρωπε.

Στρεψιάδης
περίδου νυν ἐμοί,
645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.

Σωκράτης

ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
ταχύ γ᾽ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

Στρεψιάδης

τί δέ μ᾽ ὠφελήσουσ᾽ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

Σωκράτης

πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
650ἐπαΐονθ᾽ ὁποῖός ἐστι τῶν ῥυθμῶν
κατ᾽ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

Στρεψιάδης

κατὰ δάκτυλον; νὴ τὸν Δί᾽, ἀλλ᾽ οἶδ᾽.

Σωκράτης
εἰπὲ δή.

Στρεψιάδης

τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;
πρὸ τοῦ μέν, ἔτ᾽ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

Σωκράτης

655ἀγρεῖος εἶ καὶ σκαιός.

Στρεψιάδης
οὐ γὰρ ᾠζυρὲ
τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

Σωκράτης
τί δαί;

Στρεψιάδης

ἐκεῖν᾽ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: