previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης
μὰ τὸν Δί᾽ οὐ ψεύσει γέ με:
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.


Σωκράτης

εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
δέσποτ᾽ ἄναξ ἀμέτρητ᾽ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
265λαμπρός τ᾽ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
ἄρθητε φάνητ᾽ δέσποιναι τῷ φροντιστῇ μετέωροι.

Στρεψιάδης

μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον᾽ ἔχοντα.

Σωκράτης

ἔλθετε δῆτ᾽ πολυτίμητοι Νεφέλαι τῷδ᾽ εἰς ἐπίδειξιν:
270εἴτ᾽ ἐπ᾽ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
εἴτ᾽ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
εἴτ᾽ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
Μαιῶτιν λίμνην ἔχετ᾽ σκόπελον νιφόεντα Μίμαντος:
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: