previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης

ταυτὶ δι᾽ ὑμᾶς Νεθέλαι πέπονθ᾽ ἐγώ,
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

Χορός

αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
1455στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.

Στρεψιάδης

τί δῆτα ταῦτ᾽ οὔ μοι τότ᾽ ἠγορεύετε,
ἀλλ᾽ ἄνδρ᾽ ἄγροικον καὶ γέροντ᾽ ἐπῄρετε;

Χορός

ἡμεῖς ποιοῦμεν ταῦθ᾽ ἑκάστοθ᾽ ὅταν τινὰ
γνῶμεν πονηρῶν ὄντ᾽ ἐραστὴν πραγμάτων,
1460ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

Στρεψιάδης

ὤμοι πονηρά γ᾽ Νεφέλαι, δίκαια δέ.
οὐ γάρ μ᾽ ἐχρῆν τὰ χρήμαθ᾽ ἁδανεισάμην
ἀποστερεῖν. νῦν οὖν ὅπως φίλτατε
1465τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
ἀπολεῖς μετ᾽ ἐμοῦ 'λθών, οἳ σὲ κἄμ᾽ ἐξηπάτων.

Φειδιππίδης

ἀλλ᾽ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

Στρεψιάδης

ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.

Φειδιππίδης

ἰδού γε Δία πατρῷον: ὡς ἀρχαῖος εἶ.
1470Ζεὺς γάρ τις ἔστιν;

Στρεψιάδης
ἔστιν.

Φειδιππίδης
οὐκ ἔστ᾽, οὔκ, ἐπεὶ
Δῖνος βασιλεύει τὸν Δί᾽ ἐξεληλακώς.

Στρεψιάδης

οὐκ ἐξελήλακ᾽, ἀλλ᾽ ἐγὼ τοῦτ᾽ ᾠόμην
διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

Φειδιππίδης

1475ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (1 total)
  • Commentary references to this page (1):
    • T. G. Tucker, Commentary on Thucydides: Book 8, 8.82
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: