previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Στρεψιάδης

1170ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
νῦν μέν γ᾽ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
ἀτεχνῶς ἐπανθεῖ, τὸτί λέγεις σύ;’ καὶ δοκεῖν
1175ἀδικοῦντ᾽ ἀδικεῖσθαι καὶ κακουργοῦντ᾽ οἶδ᾽ ὅτι:
ἐπὶ τοῦ προσώπου τ᾽ ἐστὶν Ἀττικὸν βλέπος.
νῦν οὖν ὅπως σώσεις μ᾽, ἐπεὶ κἀπώλεσας.


Φειδιππίδης

φοβεῖ δὲ δὴ τί;

Στρεψιάδης
τὴν ἕνην τε καὶ νέαν.

Φειδιππίδης

ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;

Στρεψιάδης

1180εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.

Φειδιππίδης

ἀπολοῦσ᾽ ἄρ᾽ αὔθ᾽ οἱ θέντες: οὐ γὰρ ἔσθ᾽ ὅπως
μί᾽ ἡμέρα γένοιτ᾽ ἂν ἡμέρα δύο.

Στρεψιάδης

οὐκ ἂν γένοιτο;

Φειδιππίδης
πῶς γάρ; εἰ μή πέρ γ᾽ ἅμα
αὑτὴ γένοιτ᾽ ἂν γραῦς τε καὶ νέα γυνή.

Στρεψιάδης

1185καὶ μὴν νενόμισταί γ᾽.

Φειδιππίδης
οὐ γάρ, οἶμαι, τὸν νόμον
ἴσασιν ὀρθῶς τι νοεῖ.

Στρεψιάδης
νοεῖ δὲ τί;

Φειδιππίδης

Σόλων παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.

Στρεψιάδης

τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.

Φειδιππίδης

ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ᾽ ἡμέρας
1190ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,
ἵν᾽ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.

Στρεψιάδης

ἵνα δὴ τί τὴν ἕνην προσέθηχ᾽;

Φειδιππίδης
ἵν᾽ μέλε
παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
πρότερον ἀπαλλάττοινθ᾽ ἑκόντες, εἰ δὲ μή,
1195ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.

Στρεψιάδης

πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
ἁρχαὶ τὰ πρυτανεῖ᾽, ἀλλ᾽ ἕνῃ τε καὶ νέᾳ;

Φειδιππίδης

ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν:
ὅπως τάχιστα τὰ πρυτανεῖ᾽ ὑφελοίατο,
1200διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.

Στρεψιάδης

εὖ γ᾽: κακοδαίμονες, τί κάθησθ᾽ ἀβέλτεροι,
ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,
ἀριθμός, πρόβατ᾽ ἄλλως, ἀμφορῆς νενησμένοι;
ὥστ᾽ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
1205ἐπ᾽ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: