previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἄδικος Λόγος

καὶ μὴν πάλαι γ᾽ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
ἅπαντα ταῦτ᾽ ἐναντίαις γνώμαισι συνταράξαι.
ἐγὼ γὰρ ἥττων μὲν λόγος δι᾽ αὐτὸ τοῦτ᾽ ἐκλήθην
ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
1040τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί᾽ ἀντιλέξαι.
καὶ τοῦτο πλεῖν μυρίων ἔστ᾽ ἄξιον στατήρων,
αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
σκέψαι δὲ τὴν παίδευσιν πέποιθεν ὡς ἐλέγξω,
ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
1045καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;

Δίκαιος Λόγος

ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.

Ἄδικος Λόγος

ἐπίσχες: εὐθὺς γάρ σ᾽ ἔχω μέσον λαβὼν ἄφυκτον.
καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν᾽ ἄνδρ᾽ ἄριστον
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.

Δίκαιος Λόγος

1050ἐγὼ μὲν οὐδέν᾽ Ἡρακλέους βελτίον᾽ ἄνδρα κρίνω.

Ἄδικος Λόγος

ποῦ ψυχρὰ δῆτα πώποτ᾽ εἶδες Ἡράκλεια λουτρά;
καίτοι τίς ἀνδρειότερος ἦν;

Δίκαιος Λόγος
ταῦτ᾽ ἐστὶ ταῦτ᾽ ἐκεῖνα,
τῶν νεανίσκων ἀεὶ δι᾽ ἡμέρας λαλούντων
πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.

Ἄδικος Λόγος

1055εἶτ᾽ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις: ἐγὼ δ᾽ ἐπαινῶ.
εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ᾽ ἂν ἐποίει
τὸν Νέστορ᾽ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.
ἄνειμι δῆτ᾽ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
1060καὶ σωφρονεῖν αὖ φησι χρῆναι: δύο κακὼ μεγίστω.
ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ᾽ εἶδες ἤδη
ἀγαθάν τι γενόμενον, φράσον, καί μ᾽ ἐξέλεγξον εἰπών.

Δίκαιος Λόγος

πολλοῖς. γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

Ἄδικος Λόγος

μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν κακοδαίμων.
1065Ὑπέρβολος δ᾽ οὑκ τῶν λύχνων πλεῖν τάλαντα πολλὰ
εἴληφε διὰ πονηρίαν, ἀλλ᾽ οὐ μὰ Δί᾽ οὐ μάχαιραν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: