previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δῆμος

τίνες οἱ βοῶντες; οὐκ ἄπιτ᾽ ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730τίς Παφλαγὼν ἀδικεῖ σε;

Κλέων
διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.

Δῆμος
τιή;

Κλέων

ὁτιὴ φιλῶ σ᾽ Δῆμ᾽ ἐραστής τ᾽ εἰμὶ σός.

Δῆμος

σὺ δ᾽ εἶ τίς ἐτεόν;

Ἀλλαντοπώλης
ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σ᾽ εὖ ποιεῖν,
735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
ἀλλ᾽ οὐχ οἷοί τ᾽ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις:
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.:

Κλέων

εὖ γὰρ ποιῶ τὸν δῆμον.

Ἀλλαντοπώλης
εἰπέ νυν τί δρῶν;

Κλέων

τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.

Ἀλλαντοπώλης

ἐγὼ δὲ περιπατῶν γ᾽ ἀπ᾽ ἐργαστηρίου
745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.

Κλέων

καὶ μὴν ποιήσας αὐτίκα μάλ᾽ ἐκκλησίαν
Δῆμ᾽ ἵν᾽ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.

Ἀλλαντοπώλης

ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ 'ν τῇ πυκνί.

Δῆμος

750οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλ᾽ ἐς τὸ πρόσθε. χρὴ παρεῖν᾽ ἐς τὴν πύκνα.

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων ὡς ἀπόλωλ᾽. γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δ᾽ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: