previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένης

φαυλότατον ἔργον: ταῦθ᾽ ἅπερ ποιεῖς ποίει:
τάραττε καὶ χόρδευ᾽ ὁμοῦ τὰ πράγματα
215ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δ᾽ ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ:
ἔχεις ἅπαντα πρὸς πολιτείαν δεῖ:
220χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ:
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.

Ἀλλαντοπώλης
καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν τε πένης βδύλλει λεώς.

Δημοσθένης

225ἀλλ᾽ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κἀγὼ μετ᾽ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230καὶ μὴ δέδιθ᾽: οὐ γάρ ἐστιν ἐξῃκασμένος,
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται: τὸ γὰρ θέατρον δεξιόν.

Ἀλλαντοπώλης

οἴμοι κακοδαίμων Παφλαγὼν ἐξέρχεται.

Κλέων

235οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ 'πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθ᾽ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον ἀποθανεῖσθον μιαρωτάτω.

Δημοσθένης

240οὗτος τί φεύγεις; οὐ μενεῖς; γεννάδα
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: