previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός

1300φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
καὶ μίαν λέξαι τιν᾽ αὐτῶν ἥτις ἦν γεραιτέρα:
οὐδὲ πυνθάνεσθε ταῦτ᾽ παρθένοι τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τιν᾽ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον:’
1305ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
καί τιν᾽ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει:
ἀποτρόπαἰ οὐ δῆτ᾽ ἐμοῦ γ᾽ ἄρξει ποτ᾽, ἀλλ᾽ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσ᾽ ἐνταῦθα καταγηράσομαι:’
οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ᾽ θεοί,
1310εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
ἢν δ᾽ ἀρέσκῃ ταῦτ᾽ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
ἐς τὸ Θησεῖον πλεούσαις 'πὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει:
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1315τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: