previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀλλαντοπώλης

παρ᾽ ἐμοῦ δ᾽ ὅλον γε τὸν πλακοῦντα τουτονί.

Κλέων

ἀλλ᾽ οὐ λαγῷ᾽ ἕξεις ὁπόθεν δῷς, ἀλλ᾽ ἐγώ.

Ἀλλαντοπώλης

οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλέων

1195ὁρᾷς τάδ᾽ κακόδαιμον;

Ἀλλαντοπώλης
ὀλίγον μοι μέλει:
ἐκεινοιὶ γὰρ ὡς ἔμ᾽ ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

Κλέων

ποῦ ποῦ;

Ἀλλαντοπώλης
τί δέ σοι τοῦτ᾽; οὐκ ἐάσεις τοὺς ξένους;
Δημίδιον ὁρᾷς τὰ λαγῷ᾽ σοι φέρω;

Κλέων

1200οἴμοι τάλας ἀδίκως γε τἄμ᾽ ὑφήρπασας.

Ἀλλαντοπώλης

νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

Δῆμος

εἴπ᾽, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Ἀλλαντοπώλης

τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ᾽ ἐμόν.

Κλέων

ἐγὼ δ᾽ ἐκινδύνευσ᾽, ἐγὼ δ᾽ ὤπτησά γε.

Δῆμος

1205ἄπιθ᾽: οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος χάρις.

Κλέων

οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

Ἀλλαντοπώλης

τί οὐ διακρίνεις Δῆμ᾽ ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δῆμος

τῷ δῆτ᾽ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
1210δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

Ἀλλαντοπώλης

ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ᾽ ἔνι,
καὶ τὴν Παφλαγόνος: κἀμέλει κρινεῖς καλῶς.

Δῆμος

φέρ᾽ ἴδω τί οὖν ἔνεστιν;

Ἀλλαντοπώλης
οὐχ ὁρᾷς κενὴν
1215 παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

Δῆμος

αὕτη μὲν κίστη τὰ τοῦ Δήμου φρονεῖ.

Ἀλλαντοπώλης

βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς τάδ᾽;

Δῆμος
οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο:
1220ἐμοὶ δ᾽ ἔδωκεν ἀποτεμὼν τυννουτονί.

Ἀλλαντοπώλης

τοιαῦτα μέντοι καὶ πρότερόν σ᾽ ἠργάζετο:
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δ᾽ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δῆμος

μιαρὲ κλέπτων δή με ταῦτ᾽ ἐξηπάτας;
1225ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.

Κλέων

ἐγὼ δ᾽ ἔκλεπτον ἐπ᾽ ἀγαθῷ γε τῇ πόλει.

Δῆμος

κατάθου ταχέως τὸν στέφανον, ἵν᾽ ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ.

Ἀλλαντοπώλης
κατάθου ταχέως μαστιγία.

Κλέων

οὐ δῆτ᾽, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
1230φράζων ὑφ᾽ οὗδεήσει μ᾽ἡττᾶσθαι μόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: