previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βοιωτός

860ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς:
κατάθου τὺ τὰν γλάχων᾽ ἀτρέμας Ἰσμηνία:
ὑμὲς δ᾽ ὅσοι Θείβαθεν αὐληταὶ πάρα
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

Δικαιόπολις

παῦ᾽ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
865πόθεν προσέπτονθ᾽ οἱ κακῶς ἀπολούμενοι
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;

Βοιωτός

νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γ᾽ ξένε:
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
870ἀλλ᾽ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
τῶν ὀρταλίχων τῶν τετραπτερυλλίδων.

Δικαιόπολις

χαῖρε κολλικοφάγε Βοιωτίδιον.
τί φέρεις;

Βοιωτός
ὅσ᾽ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
875νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
τροχίλως κολύμβως.

Δικαιόπολις
ὡσπερεὶ χειμὼν ἄρα
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.

Βοιωτός

καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
880ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.

Δικαιόπολις

τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

Βοιωτός

πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

Δικαιόπολις

885 φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
890ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην:
προσείπατ᾽ αὐτὴν τέκν᾽: ἄνθρακας δ᾽ ἐγὼ
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
ἀλλ᾽ ἔσφερ᾽ αὐτήν: μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (4 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: