previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δικαιόπολις

750τί; ἀνὴρ Μεγαρικός;

Μεγαρεύς
ἀγορασοῦντες ἵκομες.

Δικαιόπολις

πῶς ἔχετε;

Μεγαρεύς
διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

Δικαιόπολις

ἀλλ᾽ ἡδύ τοι νὴ τὸν Δί᾽, ἢν αὐλὸς παρῇ.
τί δ᾽ ἄλλο πράττεθ᾽ οἱ Μεγαρῆς νῦν;

Μεγαρεύς
οἷα δή.
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
755ἄνδρες πρόβουλοι τοῦτ᾽ ἔπραττον τᾷ πόλει,
ὅπως τάχιστα καὶ κάκιστ᾽ ἀπολοίμεθα.

Δικαιόπολις

αὐτίκ᾽ ἄρ᾽ ἀπαλλάξεσθε πραγμάτων.

Μεγαρεύς
σά μάν;

Δικαιόπολις

τί δ᾽ ἄλλο Μεγαροῖ; πῶς σῖτος ὤνιος;

Μεγαρεύς

παρ᾽ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.

Δικαιόπολις

ἅλας οὖν φέρεις;

Μεγαρεύς
οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

Δικαιόπολις

οὐδὲ σκόροδα;

Μεγαρεύς
ποῖα σκόροδ᾽; ὑμὲς τῶν ἀεί,
ὅκκ᾽ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

Δικαιόπολις

τί δαὶ φέρεις;

Μεγαρεύς
χοίρως ἐγώνγα μυστικάς.

Δικαιόπολις

καλῶς λέγεις: ἐπίδειξον.

Μεγαρεύς
ἀλλὰ μὰν καλαί.
ἄντεινον αἰ λῇς: ὡς παχεῖα καὶ καλά.

Δικαιόπολις

τουτὶ τί ἦν τὸ πρᾶγμα;

Μεγαρεύς
χοῖρος ναὶ Δία.

Δικαιόπολις

τί λέγεις σύ; ποδαπὴ δή 'στι χοῖρος;

Μεγαρεύς
Μεγαρικά.
οὐ χοῖρός ἐσθ᾽ ἅδ᾽;

Δικαιόπολις
οὐκ ἔμοιγε φαίνεται.

Μεγαρεύς

770οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας:
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
αἰ μή 'στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

Δικαιόπολις

ἀλλ᾽ ἔστιν ἀνθρώπου γε.

Μεγαρεύς
ναὶ τὸν Διοκλέα
775ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
λῇς ἀκοῦσαι φθεγγομένας;

Δικαιόπολις
νὴ τοὺς θεοὺς
ἔγωγε.

Μεγαρεύς
φώνει δὴ τὺ ταχέως χοιρίον.
οὐ χρῆσθα; σιγῇς κάκιστ᾽ ἀπολουμένα;
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

Κόρη

780κοῒ κοΐ.

Μεγαρεύς

αὕτα 'στὶ χοῖρος;

Δικαιόπολις
νῦν γε χοῖρος φαίνεται.
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

Μεγαρεύς
πέντ᾽ ἑτῶν,
σάφ᾽ ἴσθι, ποττὰν ματέρ᾽ εἰκασθήσεται.

Δικαιόπολις

ἀλλ᾽ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.

Μεγαρεύς
σά μάν;
785πᾷ δ᾽ οὐχὶ θύσιμός ἐστι;

Δικαιόπολις
κέρκον οὐκ ἔχει.

Μεγαρεύς

νεαρὰ γάρ ἐστιν: ἀλλὰ δελφακουμένα
ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
ἀλλ᾽ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

Δικαιόπολις

ὡς ξυγγενὴς κύσθος αὐτῆς θατέρᾳ.

Μεγαρεύς

790ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
αἰ δ᾽ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

Δικαιόπολις

ἀλλ᾽ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

Μεγαρεύς

οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
795καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

Δικαιόπολις

ἤδη δ᾽ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

Μεγαρεύς

ναὶ τὸν Ποτειδᾶν καί κ᾽ ἄνις γα τῶ πατρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: