previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δικαιόπολις

ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
720ἐνταῦθ᾽ ἀγοράζειν πᾶσι Πελοποννησίοις
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
ἐφ᾽ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
τρεῖς τοὺς λαχόντας τούσδ᾽ ἱμάντας ἐκ Λεπρῶν.
725ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
μήτ᾽ ἄλλος ὅστις Φασιανός ἐστ᾽ ἀνήρ.
ἐγὼ δὲ τὴν στήλην καθ᾽ ἣν ἐσπεισάμην
μέτειμ᾽, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.

Μεγαρεύς

ἀγορὰ ν᾽ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
730ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
ἀλλ᾽ πόνηρα κώρι᾽ ἀθλίω πατρός,
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ᾽ εὕρητέ πᾶ.
ἀκούετε δή, ποτέχετ᾽ ἐμὶν τὰν γαστέρα:
πότερα πεπρᾶσθαι χρῄδδετ᾽ πεινῆν κακῶς;


Κόρα

735πεπρᾶσθαι πεπρᾶσθαι.

Μεγαρεύς

ἐγώνγα καὐτός φαμι. τίς δ᾽ οὕτως ἄνους
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
ἀλλ᾽ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
740περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
ὅπως δὲ δοξεῖτ᾽ εἶμεν ἐξ ἀγαθᾶς ὑός:
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ᾽ οἴκαδις
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
ἀλλ᾽ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
745κἤπειτεν ἐς τὸυ σάκκον ὧδ᾽ ἐσβαίνετε.
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ:
Δικαιόπολι, λῇς πρίασθαι χοιρία;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), DIONY´SIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: