previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Λάμαχος

πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
τίς Γοργόν᾽ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

Δικαιόπολις

575 Λάμαχ᾽ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.

Ἡμιχόριον Α

Λάμαχ᾽, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

Λάμαχος

οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

Δικαιόπολις

Λάμαχ᾽ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.

Λάμαχος

τί δ᾽ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

Δικαιόπολις
οὐκ οἶδά πω:
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἀπένεγκέ μου τὴν μορμόνα.

Λάμαχος

ἰδού.

Δικαιόπολις
παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

Λάμαχος

κεῖται.

Δικαιόπολις
φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

Λάμαχος

τουτὶ πτίλον σοι.

Δικαιόπολις
τῆς κεφαλῆς νύν μου λαβοῦ,
ἵν᾽ ἐξεμέσω: βδελύττομαι γὰρ τοὺς λόφους.

Λάμαχος

οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
πτίλον γάρ ἐστιν

Δικαιόπολις
εἰπέ μοι τίνος ποτὲ
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;

Λάμαχος

590οἴμ᾽ ὡς τεθνήξεις.

Δικαιόπολις
μηδαμῶς Λάμαχε:
οὐ γὰρ κατ᾽ ἰσχύν ἐστιν: εἰ δ᾽ ἰσχυρὸς εἶ,
τί μ᾽ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

Λάμαχος

ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;

Δικαιόπολις

ἐγὼ γάρ εἰμι πτωχός;

Λάμαχος
ἀλλὰ τίς γὰρ εἶ;

Δικαιόπολις

595ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
ἀλλ᾽ ἐξ ὅτου περ πόλεμος, στρατωνίδης,
σὺ δ᾽ ἐξ ὅτου περ πόλεμος, μισθαρχίδης.

Λάμαχος

ἐχειροτόνησαν γάρ με

Δικαιόπολις
κόκκυγές γε τρεῖς.
ταῦτ᾽ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
600ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
νεανίας δ᾽ οἵους σὺ διαδεδρακότας,
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ᾽ ἐν Χάοσιν,
605Γερητοθεοδώρους Διομειαλαζόνας,
τοὺς δ᾽ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.

Λάμαχος

ἐχειροτονήθησαν γάρ.

Δικαιόπολις
αἴτιον δὲ τί
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
τωνδὶ δὲ μηδέν᾽; ἐτεὸν Μαριλάδη
610ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢνἓν ; †
ἀνένευσε: καίτοι γ᾽ ἐστὶ σώφρων κἀργάτης.
τί δαὶ Δράκυλλος Εὐφορίδης Πρινίδης;
εἶδέν τις ὑμῶν τἀκβάταν᾽ τοὺς Χάονας;
οὔ φασιν. ἀλλ᾽ Κοισύρας καὶ Λάμαχος,
615οἷς ὑπ᾽ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
ἅπαντεςἐξίστωπαρῄνουν οἱ φίλοι.

Λάμαχος

δημοκρατία ταῦτα δῆτ᾽ ἀνασχετά;

Δικαιόπολις

οὐ δῆτ᾽ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

Λάμαχος

620ἀλλ᾽ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

Δικαιόπολις

ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: