previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

τί δ᾽ τάλας σε τοῦδ᾽ ἔχει πλέκους χρέος;

Δικαιόπολις

455χρέος μὲν οὐδέν, βούλομαι δ᾽ ὅμως λαβεῖν.

Εὐριπίδης

λυπηρὸς ἴσθ᾽ ὢν κἀποχώρησον δόμων.

Δικαιόπολις

φεῦ:
εὐδαιμονοίης, ὥσπερ μήτηρ ποτέ.

Εὐριπίδης

ἄπελθε νῦν μοι.

Δικαιόπολις
μἀλλά μοι δὸς ἓν μόνον
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.

Εὐριπίδης

460φθείρου λαβὼν τόδ᾽: ἴσθ᾽ ὀχληρὸς ὢν δόμοις.

Δικαιόπολις

οὔπω μὰ Δί᾽: οἶσθ᾽ οἷ᾽ αὐτὸς ἐργάζει κακά.
ἀλλ᾽ γλυκύτατ᾽ Εὐριπίδη τουτὶ μόνον
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.

Εὐριπίδης

ὦνθρωπ᾽ ἀφαιρήσει με τὴν τραγῳδίαν:
465ἄπελθε ταυτηνὶ λαβών.

Δικαιόπολις
ἀπέρχομαι.
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
ἀπόλωλ᾽. ἄκουσον γλυκύτατ᾽ Εὐριπίδη:
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ᾽ ἔτι:
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

Εὐριπίδης

470ἀπολεῖς μ᾽. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.

Δικαιόπολις

ἀλλ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἄπειμι. καὶ γάρ εἰμ᾽ ἄγαν
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ᾽. ἐπελαθόμην
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
475Εὐριπίδιον φιλτάτιον καὶ γλυκύτατον,
κάκιστ᾽ ἀπολοίμην, εἴ τί σ᾽ αἰτήσαιμ᾽ ἔτι,
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.

Εὐριπίδης

ἁνὴρ ὑβρίζει: κλῇε πηκτὰ δωμάτων.

Δικαιόπολις

480 θύμ᾽ ἄνευ σκάνδικος ἐμπορευτέα.
ἆρ᾽ οἶσθ᾽ ὅσον τὸν ἀγῶν᾽ ἀγωνιεῖ τάχα,
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
πρόβαινέ νυν θυμέ: γραμμὴ δ᾽ αὑτηί.
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
485ἐπῄνεσ᾽: ἄγε νυν τάλαινα καρδία
ἄπελθ᾽ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
παράσχες εἰποῦσ᾽ ἅττ᾽ ἂν αὐτῇ σοι δοκῇ.
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: