Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δικαιόπολις
ὡς ἀποκτενῶ, κέκραχθ᾽: ἐγὼ γὰρ οὐκ ἀκούσομαι. Χορός
ἀπολεῖς ἄρ᾽ ὁμήλικα τόνδε φιλανθρακέα; Δικαιόπολις
οὐδ᾽ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε. Χορός
ἀλλὰ γὰρ νῦν λέγ᾽, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος:
340ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. Δικαιόπολις
τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε. Χορός
οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος. Δικαιόπολις
ἀλλ᾽ ὅπως μὴ ν᾽ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι. Χορός
ἐκσέσεισται χαμᾶζ᾽: οὐχ ὁρᾷς σειόμενον;
345ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.