previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς:
1070ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.

Ἄγγελος Α

ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

Λάμαχος

τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;

Ἄγγελος Α

ἰέναι σ᾽ ἐκέλευον οἱ στρατηγοὶ τήμερον
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους:
1075κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.

Λάμαχος

ἰὼ στρατηγοὶ πλείονες βελτίονες.
οὐ δεινὰ μὴ 'ξεῖναί με μηδ᾽ ἑορτάσαι;

Δικαιόπολις

1080ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.

Λάμαχος

οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.

Δικαιόπολις

βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;

Λάμαχος

αἰαῖ
οἵαν κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

Δικαιόπολις

αἰαῖ τίνα δ᾽ αὖ μοι προστρέχει τις ἀγγελῶν;

Ἄγγελος Β

1085Δικαιόπολι.

Δικαιόπολις
τί ἔστιν;

Ἄγγελος Β
ἐπὶ δεῖπνον ταχὺ
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
τοῦ Διονύσου γάρ σ᾽ ἱερεὺς μεταπέμπεται.
ἀλλ᾽ ἐγκόνει: δειπνεῖν κατακωλύεις πάλαι.
τὰ δ᾽ ἄλλα πάντ᾽ ἐστὶν παρεσκευασμένα,
1090κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
στέφανοι μύρον τραγήμαθ᾽, αἱ πόρναι πάρα,
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
ὀρχηστρίδες, τὰ φίλταθ᾽ Ἁρμοδίου, καλαί.
ἀλλ᾽ ὡς τάχιστα σπεῦδε.

Λάμαχος
κακοδαίμων ἐγώ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Anonymous, 192)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: