Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
ὁμοίως γὰρ καὶ [μὴ] εἰσποιήσαντος τοῦτό γ᾽ ὑπῆρχεν: οὐδὲ γὰρ ἐλῃτούργουν διὰ τοῦτό γ᾽ ἧττον οὐδέν, ἀλλὰ καὶ τῶν εἰσφερόντων ἦν καὶ τῶν τὰ προσταττόμενα ὑμῖν ἅπαντα ποιούντων. ὁ δὲ ὡς περὶ ἀχρήστου μὲν πλουσίου δὲ ἐπὶ διαβολῇ ποιεῖται τούτους τοὺς λόγους.ἐγὼ δ᾽ ἓν κεφάλαιον ἐρῶ πάντων μέγιστον, ὃ καὶ ὑμῖν οἶδ᾽ ὅτι δόξει δίκαιον. κοινώσασθαι γὰρ ἐθέλω τὴν οὐσίαν τὴν ἐμὴν τῇ τοῦ παιδός, καὶ εἴτε πολλὰ εἴτ᾽ ὀλίγα ἐστίν, ἐν κοινῷ γενομένης λάβωμεν τὰ ἡμίσεα ἑκάτερος, ἵνα μηδὲν πλέον ἔχῃ ἅτερος τοῦ ἑτέρου τοῦ προσήκοντος: ἀλλ᾽ οὐκ ἐθελήσει. ...