Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[47]
ἆρα μικρὰ τὰ διάφορα ἑκατέροις τῆς οὐσίας ἡμῶν ἐστιν, ἀλλ᾽ οὐ τηλικαῦτα ὥστε <ἐμοὶ>1 μηδεμίαν γενέσθαι παρὰ2 τοὺς Στρατοκλέους παῖδας; <οὐκοῦν>3 οὐκ ἄξιον τοῖς τούτου4 λόγοις πιστεύειν, ὃς τοσαύτης οὐσίας καταλελειμμένης ἐτόλμησεν ἐπὶ διαβολῇ ψεύσασθαι κατ᾽ ἐμοῦ τηλικαῦτα5 τὸ μέγεθος. καταλογίζεται τοίνυν ὡς ἐγὼ τρεῖς κλήρους εἰληφὼς καὶ πολλῶν χρημάτων εὐπορῶν ἀφανίζω τὴν οὐσίαν, ἵν᾽ ὡς ἐλάχισθ᾽ ὑμεῖς αὐτῶν ἀπολαύητε.6 τοῖς γὰρ μηδὲν δίκαιον ἔχουσι περὶ τῶν πραγμάτων λέγειν ἀνάγκη πορίζεσθαι τοιούτους λόγους, ἐξ ὧν [ἂν] διαβάλλοντες πλέον ἔχειν δυνήσονται τῶν ἀντιδίκων.