Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
δίκαι γὰρ ἐνεστήκασι ψευδομαρτυρίων, κελεύει δ᾽ ὁ νόμος, ἐὰν ἁλῷ τις τῶν ψευδομαρτυρίων, πάλιν ἐξ ἀρχῆς εἶναι περὶ αὐτῶν τὰς λήξεις: τὰ δὲ τοῦ παιδὸς ὡμολογημένα καὶ ἀναμφισβήτητα καταλέλοιπε Στρατοκλῆς. ὅτι δὲ τοσαῦτά ἐστι τἀμὰ σὺν τοῖς τοῦ ἐκποιήτου ὑέος, καὶ ψευδομαρτυριῶν ἐνεστᾶσι δίκαι περὶ τῶν Ἁγνίου, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.“Μαρτυρίαι”