Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἡ μὲν τοίνυν Στρατοκλέους οὐσία καὶ πλείων ταύτης ἐστίν: ἀλλ᾽ ὕστερον περὶ τῶν παρακλεπτομένων ὑπὸ τούτων ποιήσομαι τοὺς λόγους: ἡ δ᾽ ἐμὴ πόση τις; χωρίον ἐν Οἰνόῃ πεντακισχιλίων καὶ Προσπαλτοῖ τρισχιλίων, καὶ οἰκία ἐν ἄστει δισχιλίων, πρὸς δὲ τούτοις <ὁ>1 κλῆρος ὃν Ἁγνίας κατέλιπε, περὶ δύο τάλαντα: οὐ γὰρ ἂν οἶδ᾽ ὅτι πλέον εὕροι2 τούτου. ταῦτ᾽ ἐστὶ τρία τάλαντα καὶ τετρακισχίλιαι μόνον, δέκα καὶ ἑκατὸν μναῖς ἐλάττω τῶν τοῦ παιδός.