Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
ταῦτα μεγάλα δίκαιά ἐστι. ταῦτα καὶ οἱ νόμοι κελεύουσιν, οὐ μὰ Δία οὐ γραφὰς ἐμὲ φεύγειν περὶ ὧν δίκας ἰδίας εἶναι πεποιήκασιν, οὐδὲ κινδυνεύειν περὶ τοῦ σώματος, ὅτι οὐ μεταδίδωμι τῷ παιδὶ τούτων, ἃ ψήφῳ κρατήσας ἐγὼ τοὺς ἔχοντας οὕτω παρ᾽ ὑμῶν ἔλαβον: ἀλλ᾽ εἴ τι τῶν ὁμολογουμένων εἶναι τοῦ παιδὸς εἶχον καὶ κακῶς διέθηκα ὥστ᾽ ἐκεῖνον κακοῦσθαι, τότε ἄν μοι κατὰ ταύτην προσῆκε κρίνεσθαι τὴν γραφήν, οὐ μὰ Δί᾽ οὐκ ἐπὶ τοῖς ἐμοῖς.