Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
τί οὖν ἔστι ταῦτα, καὶ τί διορίζομαι; εἰ μὲν κατ᾽ ἀγχιστείαν τῶν Ἁγνίου μετεῖναί φησι τῷ παιδί, τοῦ ἡμικληρίου λαχέτω πρὸς τὸν ἄρχοντα, κἂν ὑμεῖς ψηφίσησθε, λαβέτω: ταῦτα γὰρ οἱ νόμοι κελεύουσιν. εἰ δὲ μὴ κατὰ τοῦτο ἀμφισβητεῖ, φησὶ δὲ ὁμολογῆσαί με τῷ παιδὶ μεταδώσειν, φάσκοντος ἐμοῦ τούτων εἶναι μηδέν, δικασάσθω, κἂν ἐξελέγξῃ με ὡς ὡμολόγησα, τότ᾽ ἤδη πραξάσθω: δίκαιον γὰρ οὕτως ἐστίν.