Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
οὔτε γὰρ ἂν νόμον δείξειεν ὃς κωλύει τοῦτον ὑπὲρ τοῦ παιδὸς δίκην παρ᾽ ἐμοῦ λαμβάνειν: οὐ γάρ ἐστιν ἐναντιούμενος οὐδείς, ἀλλ᾽ ὥσπερ καὶ γραφὰς κατ᾽ ἐμοῦ δέδωκεν, οὕτω καὶ δίκας ἐμοὶ εἶναι καὶ τῷ παιδὶ πεποίηκεν: οὔτ᾽ αὖ διὰ ταῦτα ἐκείνοις τοῖς ἔχουσι1 τοῦ κλήρου οὐκ ἐλάγχανον, ὡς ἐμοῦ μεταδώσειν ὁμολογήσαντος, ἀλλ᾽ ὅτι οὐδ᾽ ὁτιοῦν αὐτοῖς τούτων τῶν χρημάτων προσῆκεν.
1 ἔχουσιDobree: προσήκουσι.