Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
τῇ μὲν γὰρ Εὐβουλίδου θυγατρὶ καὶ τῇ Ἁγνίου μητρὶ πρὸς ἡμᾶς ἀγωνιζομέναις, μὴ κατὰ ταὐτὸ ἀμφισβητούσαις, ἐνῆν ποιήσασθαι συνθήκας, ἂν ἡ ἑτέρα νικᾷ, μετεῖναί τι καὶ τῇ ἡττηθείσῃ: καδίσκος γὰρ ἔμελλεν ἑκατέρᾳ τεθήσεσθαι. τὸ δ᾽ ἡμέτερον οὐ τοιοῦτον ἦν, ἀλλ᾽ ἓν τὸ γένος, δύο δὲ λήξεις, ἡμικληρίου ἑκατέρῳ: τοῖς δὲ κατὰ ταὐτὰ ἀμφισβητοῦσιν εἷς τίθεται καδίσκος, οὗ οὐκ ἂν ἦν τὸν μὲν ἡττᾶσθαι τὸν δὲ νικᾶν,1 ἀλλ᾽ ὁμοίως ἀμφοτέροις ἦν ὁ αὐτὸς κίνδυνος, ὥστ᾽ οὐκ ἐνῆν κοινωνίαν οὐδὲ διομολογίαν ποιήσασθαι περὶ αὐτῶν.