Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἐπεὶ οὐδ᾽ ἂν οὗτος νῦν ἐμοὶ πράγματα παρεῖχεν, εἰ τὰ τοῦ παιδὸς εἴων ἁρπάζειν καὶ μὴ ἠναντιούμην αὐτῷ. οὗτοι μὲν οὖν, ὥσπερ εἶπον, εἰδότες ὅτι ἔξω ἦσαν τῆς ἀγχιστείας, οὐκ ἠμφισβήτουν ἀλλ᾽ ἡσυχίαν εἶχον: οἱ δ᾽ ὑπὲρ τῆς Εὐβουλίδου θυγατρὸς πράττοντες, τῆς τὸ αὐτὸ τῷ παιδὶ καὶ τοῖς Στρατίου παισὶ1 προσηκούσης, καὶ οἱ κύριοι τῆς Ἁγνίου μητρὸς ἦσαν οἷοί [τε] πρὸς ἐμὲ ἀντιδικεῖν.