Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
τῷ δὲ γνώσεσθε τοῦθ᾽, ὅτι ἐμοὶ μὲν ἀγχιστεύειν, τοῖς δ᾽ ἐξ ἐκείνων γεγονόσιν οὐκ ἦν, ἐν οἷς οὗτος ὁ παῖς ἦν; αὐτὸς ὁ νόμος δηλώσει. τὸ μὲν γὰρ εἶναι τὴν ἀγχιστείαν ἀνεψιοῖς πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων ὁμολογεῖται παρὰ πάντων. εἰ δὲ μεθ᾽ ἡμᾶς δίδωσι τοῖς ἡμετέροις παισί, τοῦτ᾽ ἤδη σκεπτέον ἐστί. λαβὲ οὖν αὐτοῖς τὸν νόμον καὶ ἀναγίγνωσκε.“Νόμοςἐὰν δὲ μηδεὶς ᾖ πρὸς πατρὸς μέχρι ἀνεψιῶν παίδων, τοὺς πρὸς μητρὸς κυρίους εἶναι κατὰ τὰ αὐτά.”